ἑλλήνισον! (An Ancient Greek Podcast)
Leandros Corieltauvorum and Josep Barcinonensis
0
Two friends who are passionate about Ancient Greek come together to practice speaking the language. In each episode, they engage in natural conversation entirely in Ancient Greek, making it a valuable resource for students and enthusiasts. The podcast covers a variety of topics, all discussed in the ancient tongue. A new episode is released on the first Friday of each month.
ตอน
-
AG Classes Fall Semester 2026 19.09.2026 2นาทีCheck out details for our new reading groups and courses here: https://hellenicadidagmata.wordpress.com/classes/ Get in touch with us at: [email protected] -
#106 περὶ τῆς Ἀπολογίας (κατὰ Πλάτωνα) 04.09.2026 38นาทีχαίρετε, ὦ ἀκροαταί! Check out our latest episode on Plato's Apology of Socrates following on from last month's on Xenophon's version. Here is the section recited and discussed:Ὅτι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα· ἐγὼ δ᾽ οὖν καὶ αὐτὸς ὑπ᾽ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον. καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν. μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ᾧ ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπ᾽ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν. τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπ᾽ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδ᾽ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα· εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ. οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν—οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ᾽ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν—πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω—καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως· οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι. καὶ μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι· ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου δι᾽ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα. ἔχει γὰρ οὑτωσί. νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα· ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως. ὥσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶν—ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη—αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή· δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.Πρῶτον μὲν οὖν δίκαιός εἰμι ἀπολογήσασθαι, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ πρῶτά μου ψευδῆ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους, ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς ὑστέρους. ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντες, οὓς ἐγὼ μᾶλλον φοβοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον, καίπερ ὄντας καὶ τούτους δεινούς·εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosSupport our work and get access to videos and podcast episodes in advance as well as lots of bonus materials: https://www.patreon.com/Hellenizdein Learn AG with us or join our reading & conversation groups: https://hellenicadidagmata.wordpress.com/ Follow us on Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Send us an email: [email protected] -
#105 περὶ τοῦ Σωκράτους α᾽ (κατὰ Ξενοφώντα) 07.08.2026 46นาทีχαίρετε, ὦ ἀκροαταί! We are now starting a run of episodes on Xenophon’s Apology of Socrates, looking at how it differs from Plato’s account. It’s quite short, so who knows? We may even get through the whole thing!εὐωχεῖσθε τοῦ ἐπεισοδίου,Josep & LeandrosHere are the sections recited and discussed: (1) Σωκράτους δὲ ἄξιόν μοι δοκεῖ εἶναι μεμνῆσθαι καὶ ὡς ἐπειδὴ ἐκλήθη εἰς τὴν δίκην ἐβουλεύσατο περί τε τῆς ἀπολογίας καὶ τῆς τελευτῆς τοῦ βίου. γεγράφασι μὲν οὖν περὶ τούτου καὶ ἄλλοι καὶ πάντες ἔτυχον τῆς μεγαληγορίας αὐτοῦ· ᾧ καὶ δῆλον ὅτι τῷ ὄντι οὕτως ἐρρήθη ὑπὸ Σωκράτους. ἀλλ’ ὅτι ἤδη ἑαυτῷ ἡγεῖτο αἱρετώτερον εἶναι τοῦ βίου θάνατον, τοῦτο οὐ διεσαφήνισαν· ὥστε ἀφρονεστέρα αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία. (2) Ἑρμογένης μέντοι ὁ Ἱππονίκου ἑταῖρός τε ἦν αὐτῷ καὶ ἐξήγγειλε περὶ αὐτοῦ τοιαῦτα ὥστε πρέπουσαν φαίνεσθαι τὴν μεγαληγορίαν αὐτοῦ τῇ διανοίᾳ. ἐκεῖνος γὰρ ἔφη ὁρῶν αὐτὸν περὶ πάντων μᾶλλον διαλεγόμενον ἢ περὶ τῆς δίκης εἰπεῖν· (3) Οὐκ ἐχρῆν μέντοι σκοπεῖν, ὦ Σώκρατες, καὶ ὅ τι ἀπολογήσῃ; τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι· Οὐ γὰρ δοκῶ σοι ἀπολογεῖσθαι μελετῶν διαβεβιωκέναι; ἐπεὶ δ’ αὐτὸν ἐρέσθαι· Πῶς; Ὅτι οὐδὲν ἄδικον διαγεγένημαι ποιῶν· ἥνπερ νομίζω μελέτην εἶναι καλλίστην ἀπολογίας.(4) ἐπεὶ δὲ αὐτὸν πάλιν λέγειν· Οὐχ ὁρᾷς τὰ Ἀθηναίων δικαστήρια ὡς πολλάκις μὲν οὐδὲν ἀδικοῦντας λόγῳ παραχθέντες ἀπέκτειναν, πολλάκις δὲ ἀδικοῦντας ἢ ἐκ τοῦ λόγου οἰκτίσαντες ἢ ἐπιχαρίτως εἰπόντας ἀπέλυσαν; Ἀλλὰ ναὶ μὰ Δία, φάναι αὐτόν, καὶ δὶς ἤδη ἐπιχειρήσαντός μου σκοπεῖν περὶ τῆς ἀπολογίας ἐναντιοῦταί μοι τὸ δαιμόνιον.(5) ὡς δὲ αὐτὸν εἰπεῖν· Θαυμαστὰ λέγεις, τὸν δ’ αὖ ἀποκρίνασθαι· Ἦ θαυμαστὸν νομίζεις εἰ καὶ τῷ θεῷ δοκεῖ ἐμὲ βέλτιον εἶναι ἤδη τελευτᾶν; οὐκ οἶσθα ὅτι μέχρι μὲν τοῦδε οὐδενὶ ἀνθρώπων ὑφείμην ⟨ἂν⟩ βέλτιον ἐμοῦ βεβιωκέναι; ὅπερ γὰρ ἥδιστόν ἐστιν, ᾔδειν ὁσίως μοι καὶ δικαίως ἅπαντα τὸν βίον βεβιωμένον· ὥστε ἰσχυρῶς ἀγάμενος ἐμαυτὸν ταὐτὰ ηὕρισκον καὶ τοὺς ἐμοὶ συγγιγνομένους γιγνώσκοντας περὶ ἐμοῦ. Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#104 περὶ τοῦ Ἐπικούρου δ᾽ 03.07.2026 42นาทีχαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, concluding a run of episodes on Epicurus. Here are the sections recited and discussed:Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί, καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μόνον· τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν.τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν. ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ὅταν δὲ μὴ ἀλγῶμεν, οὐκέτι τῆς ἡδονῆς δεόμεθα. Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν.εὐωχεῖσθε τοῦ ἐπεισοδίου,Leandros & JosepP.S. Next time we are thinking of moving on to some Plato, so stay tuned for that!Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#103 περὶ τοῦ θανάτου (Ἐπικούρου γ᾽) 05.06.2026 30นาทีχαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, continuing with Epicurus' letter to Menoeceus on the taboo subject of death. Are you afraid of it? Let us know in the comments!εὐωχεῖσθε τοῦ ἐπεισοδίου,Leandros & JosepHere is the passage discussed:οὐθὲν γάρ ἐστιν ἐν τᾷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηδὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν. ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρών, ἀλλ’ ὅτι λυπεῖ μέλλων. ὃ γὰρ παρὸν οὐκ ἐνοχλεῖ, προσδοκώμενον κενῶς λυπεῖ. τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐθὲν πρὸς ἡμᾶς, ἐπειδήπερ ὅταν μὲν ἡμεῖς ὦμεν, ὁ θάνατος οὐ πάρεστιν, ὅταν δὲ ὁ θάνατος παρῇ, τόθ’ ἡμεῖς οὐκ ἐσμέν. οὔτε οὖν πρὸς τοὺς ζῶντάς ἐστιν οὔτε πρὸς τοὺς τετελευτηκότας, ἐπειδήπερ περὶ οὓς μὲν οὐκ ἔστιν, οἳδ’ οὐκέτι εἰσίν.https://scaife.perseus.org/reader/urn:cts:greekLit:tlg0537.tlg012.1st1K-grc1:122-126/Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#102 περὶ τῆς εὐδαιμονίας (Ἐπικούρου β᾽) 01.05.2026 40นาทีχαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, continuing from last time talking about Epicurus. This time we begin reading his letter to Menoeceus including his famous expression "death is nothing to us". καλῶς ὑμῖν γένοιτο!Leandros & JosepHere are the sections recited and discussed:122Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρωνὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστινοὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων ἢμήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴνὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μὴπαρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι. ὥστε φιλοσοφητέον καὶνέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖςδιὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶπαλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων· μελετᾶν οὖνχρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴπερ παρούσης μὲναὐτῆς πάντα ἔχομεν, ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸταύτην ἔχειν.123Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶμελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ’ εἶναι διαλαμβάνων.Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριοννομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτετῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειοναὐτῷ πρόσαπτε· πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴνμετὰ ἀφθαρσίας μακαριότητα περὶ αὐτὸν δόξαζε. θεοὶ μὲνγὰρ εἰσίν· ἐναργὴς γὰρ αὐτῶν ἐστιν ἡ γνῶσις· οἵους δ’αὐτοὺς οἱ πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵουςνομίζουσιν. ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺςἀναιρῶν, ἀλλ’ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων.124οὐ γὰρ προλήψεις εἰσὶν ἀλλ’ ὑπολήψεις ψευδεῖς αἱ τῶνπολλῶν ὑπὲρ θεῶν ἀποφάσεις. ἔνθεν αἱ μέγισται βλάβαι†αἴτιαι τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι. ταῖς γὰρἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίουςἀποδέχονται, πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες.Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸνθάνατον· ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησιςδέ ἐστιν αἰσθήσεως ὁ θάνατος. ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲνεἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆςθνητόν, οὐκ ἄπειρον προστιθεῖσα χρόνον, ἀλλὰ τὸν τῆςἀθανασίας ἀφελομένη πόθον.Full text available here:https://scaife.perseus.org/reader/urn:cts:greekLit:tlg0537.tlg012.1st1K-grc1:122-126/Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#101 περὶ τοῦ Ἐπικούρου 03.04.2026 23นาทีχαίρετε πάντες! This week we chat about Epicurus and whether philosophy can help us overcome our fears, paranoias and superstitions so as to lead a better life… We sure hope so, what do you think? εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Leandros & JosepSupport the podcast and get access to episodes in advance as well as lots of bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#100 περὶ τῆς μήνιος τοῦ Ἀχιλλέως 06.03.2026 41นาทีχαίρετε, ὦ ἀκροαταί! This week we celebrate our milestone 100th episode of the podcast, in which we finally arrive at the beginning of Ancient Greek literature... Homer! It feels like the long road has all been preparatory work to get ready for this moment and we are now starting out for real. Thanks to everybody who has supported the podcast over the last few years, we have just been warming up and now the real fun is here!καλῶς ὑμῖν γένοιτο!Josep & LeandrosHere is the section discussed (Iliad, 1. 1-7):μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆοςοὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε,πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψενἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσινοἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή,ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντεἈτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.Support the podcast and get access to episodes in advance as well as lots of other bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#99 περὶ τοῦ Πινδάρου γ᾽ 06.02.2026 51นาทีχαίρετε, ὦ ἀκροαταί! Here is our third and final episode on Pindar's 1st Olympian Ode.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere is the section recited and discussed:ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγονδεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι30 Χάρις δ᾽, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,[50] ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸνἔμμεναι τὸ πολλάκις:ἁμέραι δ᾽ ἐπίλοιποιμάρτυρες σοφώτατοι.35 ἔστι δ᾽ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά: μείων γὰρ αἰτία.υἱὲ Ταντάλου, σὲ δ᾽, ἀντία προτέρων, φθέγξομαι,[60] ὁπότ᾽ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατονἐς ἔρανον φίλαν τε Σίπυλον,ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,40 τότ᾽ Ἀγλαοτρίαιναν ἁρπάσαιδαμέντα φρένας ἱμέρῳ χρυσέαισί τ᾽ ἀν᾽ ἵπποιςὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,ἔνθα δευτέρῳ χρόνῳ[70] ἦλθε καὶ Γανυμήδης45 Ζηνὶ τωὔτ᾽ ἐπὶ χρέος.ὡς δ᾽ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰνμαχαίρᾳ τάμον κάτα μέλη,50[80] τραπέζαισί τ᾽, ἀμφὶ δεύτατα, κρεῶνσέθεν διεδάσαντο καὶ φάγον.Support the podcast and get access to episodes in advance as well as lots of bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#98 περὶ τοῦ Πινδάρου β᾽ 09.01.2026 40นาทีχαίρετε ἀκροαταί! This week we are continuing with our close reading of Pindar’s 1st Olympian Ode:… ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλουλάμβαν᾽, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις[30] νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,20 ὅτε παρ᾽ Ἀλφεῷ σύτο, δέμαςἀκέντητον ἐν δρόμοισι παρέχων,κράτει δὲ προσέμιξε δεσπόταν,Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέοςἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ:25 τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος[40] Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosSupport the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#97 περὶ τοῦ Πινδάρου α᾽ 12.12.2025 40นาทีχαίρετε, ὦ ἀκροαταί! Check out our latest episode reading Pindar's 1st Olympian ode.Here are the sections discussed:Ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·εἰ δ᾽ ἄεθλα γαρύενἔλδεαι, φίλον ἦτορ,μηκέθ᾽ ἁλίου σκόπειἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι᾽ αἰθέρος,μηδ᾽ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεταισοφῶν μητίεσσι, κελαδεῖνΚρόνου παῖδ᾽ ἐς ἀφνεὰν ἱκομένουςμάκαιραν Ἱέρωνος ἑστίαν,θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳΣικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,ἀγλαΐζεται δὲ καὶμουσικᾶς ἐν ἀώτῳ,οἷα παίζομεν φίλανἄνδρες ἀμφὶ θαμὰ τράπεζαν.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosDisclaimer: ποιηταὶ οὐκ ἐσμέν!Ioannes Stratakis also has the full poem available for free on his website, so you should definitely check that out too:https://ancientgreek.eu/free/pindar-ol-01.htmlSupport the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#96 περὶ τοῦ Ἀνακρέοντος β᾽ 14.11.2025 19นาทีχαίρετε, ὦ ἀκροαταί! Listen to the latest episode in which we discuss another poem by Anacreon.:ἐρῶ τε δηὖτε κοὐκ ἐρῶκαὶ μαίνομαι κοὐ μαίνομαι.ἐρῶμαι καὶ οὐ μαίνομαιὁ ἐραστὴς ἐρᾷ τοῦ ἐρωμένου.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosSupport the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#95 περὶ τοῦ Ἀνακρέοντος α᾽ 17.10.2025 18นาทีχαίρετε, ὦ ἀκροαταί! Here is the first of a few episodes discussing Anacreon's poetry, beginning with the following short poem:χαῖρε, ὦ φίλον φῶς,χαριέντι μειδιῶν προσώπῳ.Enjoy the episode,Josep & LeandrosCaveats: ποιηταὶ οὐκ ἐσμέν!Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#94 περὶ τῶν γλωττῶν 19.09.2025 18นาทีχαίρετε, ὦ ἀκροαταί! Here is the 1st episode of the new season in which we discuss the languages we can speak... and those we can't!καλῶς ὑμῖν γένοιτο,Josep & LeandrosP.S. As of this season the podcast will be released monthly. Look out for #95 on 17/10/25 when we will begin a run of episodes on Ancient Greek poetry in the countdown to #100, stay tuned!Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#93 περὶ τῆς Ἀτλαντίδος δ᾽ 25.07.2025 25นาทีχαίρετε, ὦ ἀκροαταί! Here is the 4th and final part of our series on Plato's account of Atlantis from Critias. The podcast will be taking a break over August with the new season due to begin on the 19th of September. However, if you can't wait until then, the new episodes are already available on our Patreon page: https://www.patreon.com/c/Hellenizdein καλὸν θέρος καὶ εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere are the two sections discussed:120 δ. ἐπὶ πολλὰς μὲν γενεάς, μέχριπερ ἡ τοῦ θεοῦ φύσις αὐτοῖς ἐξήρκει, κατήκοοί τε ἦσαν τῶν νόμων καὶ πρὸς τὸ συγγενὲς θεῖον φιλοφρόνως εἶχον: τὰ γὰρ φρονήματα ἀληθινὰ καὶ πάντῃ μεγάλα ἐκέκτηντο, πρᾳότητι μετὰ φρονήσεως πρός τε τὰς ἀεὶ συμβαινούσας τύχας καὶ πρὸς ἀλλήλους χρώμενοι, διὸ πλὴν ἀρετῆς πάντα ὑπερορῶντες μικρὰ ἡγοῦντο τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἷον ἄχθος τὸν τοῦ χρυσοῦ τε καὶ τῶν ἄλλων κτημάτων ὄγκον, ἀλλ᾽ οὐ μεθύοντες ὑπὸ τρυφῆς διὰ πλοῦτον ἀκράτορες αὑτῶν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταῦτα πάντα ἐκ φιλίας τῆς κοινῆς μετ᾽ ἀρετῆς αὐξάνεται, τῇ δὲ τούτων σπουδῇ καὶ τιμῇ φθίνει ταῦτά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις. ἐκ δὴ λογισμοῦ τε τοιούτου καὶ φύσεως θείας παραμενούσης πάντ᾽ αὐτοῖς ηὐξήθη ἃ πρὶν διήλθομεν.ἐπεὶ δ᾽ ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι. θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοῖς ἐπιθεῖναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἶπεν…Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#92 περὶ τῆς Ἀτλαντίδος γ᾽ 11.07.2025 20นาทีχαίρετε, ὦ ἀκροαταί! Here is the third part of our series on Plato's Atlantis. This time we talk about Poseidon's children who ruled the island.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere are the sections from Critias which we recite and discuss:(113ε) αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς. παίδων δὲ ἀρρένων πέντε γενέσεις διδύμους γεννησάμενος ἐθρέψατο, καὶ τὴν νῆσον τὴν Ἀτλαντίδα πᾶσαν δέκα μέρη κατανείμας τῶν μὲν πρεσβυτάτων τῷ προτέρῳ γενομένῳ τήν τε μητρῴαν οἴκησιν καὶ τὴν κύκλῳ λῆξιν, πλείστην καὶ ἀρίστην οὖσαν, ἀπένειμε, βασιλέα τε τῶν ἄλλων κατέστησε, τοὺς δὲ ἄλλους ἄρχοντας, ἑκάστῳ δὲ ἀρχὴν πολλῶν ἀνθρώπων καὶ τόπον πολλῆς χώρας ἔδωκεν. ὀνόματα δὲ πᾶσιν ἔθετο, τῷ μὲν πρεσβυτάτῳ καὶ βασιλεῖ τοῦτο οὗ δὴ καὶ πᾶσα ἡ νῆσος τό τε πέλαγος ἔσχεν ἐπωνυμίαν, Ἀτλαντικὸν λεχθέν, ὅτι τοὔνομ᾽ ἦν τῷ πρώτῳ βασιλεύσαντι τότε Ἄτλας.(114β) τῷ δὲ διδύμῳ μετ᾽ ἐκεῖνόν τε γενομένῳ, λῆξιν δὲ ἄκρας τῆς νήσου πρὸς Ἡρακλείων στηλῶν εἰληχότι ἐπὶ τὸ τῆς Γαδειρικῆς νῦν χώρας κατ᾽ ἐκεῖνον τὸν τόπον ὀνομαζομένης, Ἑλληνιστὶ μὲν Εὔμηλον, τὸ δ᾽ ἐπιχώριον Γάδειρον, ὅπερ τ᾽ ἦν ἐπίκλην ταύτῃ ὄνομ᾽ ἂν παράσχοι.Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#91 περὶ τῆς Ἀτλαντίδος β᾽ 20.06.2025 19นาทีχαίρετε, ὦ ἀκροαταί! Here is part 2 of our series on Plato's Atlantis. This time we are talking about the founding of the island by Poseidon.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere are the sections discussed:(113 β) καθάπερ ἐν τοῖς πρόσθεν ἐλέχθη περὶ τῆς τῶν θεῶν λήξεως, ὅτι κατενείμαντο γῆν πᾶσαν ἔνθα μὲν μείζους λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοῖς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νῆσον Ποσειδῶν τὴν Ἀτλαντίδα λαχὼν ἐκγόνους αὑτοῦ κατῴκισεν ἐκ θνητῆς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῷδε τῆς νήσου. (113 δ) τούτῳ δ᾽ ἦν ἔνοικος τῶν ἐκεῖ κατὰ ἀρχὰς ἐκ γῆς ἀνδρῶν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικῶν Λευκίππῃ: Κλειτὼ δὲ μονογενῆ θυγατέρα ἐγεννησάσθην. ἤδη δ᾽ εἰς ἀνδρὸς ὥραν ἡκούσης τῆς κόρης ἥ τε μήτηρ τελευτᾷ καὶ ὁ πατήρ, αὐτῆς δὲ εἰς ἐπιθυμίαν Ποσειδῶν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾧ κατῴκιστο, ποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ, θαλάττης γῆς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιῶν τροχούς.Check out Ioannes Stratakis' audiobook of Plato's Critias as mentioned in the episode:https://ancientgreek.eu/audiobooks/plato-critias.html -
#90 περὶ τῆς Ἀτλαντίδος α᾽ 06.06.2025 16นาทีχαίρετε, ὦ ἀκροαταί! Here is the first episode in a new run on Atlantis discussing a short section from Plato's Critias (108 δ - 109 α). καλῶς ὑμῖν γένοιτο!Josep & LeandrosHere is the section we discuss:μνησθέντες γὰρ ἱκανῶς καὶ ἀπαγγείλαντες τά ποτε ῥηθέντα ὑπὸ τῶν ἱερέων καὶ δεῦρο ὑπὸ Σόλωνος κομισθέντα σχεδὸν οἶδ᾽ ὅτι τῷδε τῷ θεάτρῳ δόξομεν τὰ προσήκοντα μετρίως ἀποτετελεκέναι. τοῦτ᾽ οὖν αὔτ᾽ ἤδη δραστέον, καὶ μελλητέον οὐδὲν ἔτι. πάντων δὴ πρῶτον μνησθῶμεν ὅτι τὸ κεφάλαιον ἦν ἐνακισχίλια ἔτη, ἀφ᾽ οὗ γεγονὼς ἐμηνύθη πόλεμος τοῖς θ᾽ ὑπὲρ Ἡρακλείας στήλας ἔξω κατοικοῦσιν καὶ τοῖς ἐντὸς πᾶσιν: ὃν δεῖ νῦν διαπεραίνειν. τῶν μὲν οὖν ἥδε ἡ πόλις ἄρξασα καὶ πάντα τὸν πόλεμον διαπολεμήσασα ἐλέγετο, τῶν δ᾽ οἱ τῆς Ἀτλαντίδος νήσου βασιλῆς, ἣν δὴ Λιβύης καὶ Ἀσίας μείζω νῆσον οὖσαν ἔφαμεν εἶναί ποτε, νῦν δὲ ὑπὸ σεισμῶν δῦσαν ἄπορον πηλὸν τοῖς ἐνθένδε ἐκπλέουσιν ἐπὶ τὸ πᾶν πέλαγος, ὥστε μηκέτι πορεύεσθαι, κωλυτὴν παρασχεῖν.Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#89 περὶ τοῦ σπηλαίου δ᾽ 23.05.2025 23นาทีχαίρετε, ὦ ἀκροαταί! Here is the 4th and final episode on Plato's cave. We have had great fun reading this and hope that you have found it either educational or at least entertaining. Next time we will read the section from Plato's Critias on Atlantis, so stay tuned!καλῶς ὑμῖν γένοιτο,Josep & LeandrosHere is the section we discuss:τιμαὶ δὲ καὶ ἔπαινοι εἴ τινες αὐτοῖς ἦσαν τότε παρ᾽ ἀλλήλων καὶ γέρα τῷ ὀξύτατα καθορῶντι τὰ παριόντα, καὶ μνημονεύοντι μάλιστα ὅσα τε πρότερα αὐτῶν καὶ ὕστερα εἰώθει καὶ ἅμα πορεύεσθαι, καὶ ἐκ τούτων δὴ δυνατώτατα ἀπομαντευομένῳ τὸ μέλλον ἥξειν, δοκεῖς ἂν αὐτὸν ἐπιθυμητικῶς αὐτῶν ἔχειν καὶ ζηλοῦν τοὺς παρ᾽ ἐκείνοις τιμωμένους τε καὶ ἐνδυναστεύοντας, ἢ τὸ τοῦ Ὁμήρου ἂν πεπονθέναι καὶ σφόδρα βούλεσθαι ‘“ἐπάρουρον ἐόντα θητευέμεν ἄλλῳ ἀνδρὶ παρ᾽ ἀκλήρῳ” Hom. Od. 11.489’ καὶ ὁτιοῦν ἂν πεπονθέναι; μᾶλλον ἢ 'κεῖνά τε δοξάζειν καὶ ἐκείνως ζῆν; οὕτως, ἔφη, ἔγωγε οἶμαι, πᾶν μᾶλλον πεπονθέναι ἂν δέξασθαι ἢ ζῆν ἐκείνως.καὶ τόδε δὴ ἐννόησον, ἦν δ᾽ ἐγώ. εἰ πάλιν ὁ τοιοῦτος καταβὰς εἰς τὸν αὐτὸν θᾶκον καθίζοιτο, ἆρ᾽ οὐ σκότους ἂν ἀνάπλεως σχοίη τοὺς ὀφθαλμούς, ἐξαίφνης ἥκων ἐκ τοῦ ἡλίου;καὶ μάλα γ᾽, ἔφη.τὰς δὲ δὴ σκιὰς ἐκείνας πάλιν εἰ δέοι αὐτὸν γνωματεύοντα διαμιλλᾶσθαι τοῖς ἀεὶ δεσμώταις ἐκείνοις, ἐν ᾧ ἀμβλυώττει, πρὶν καταστῆναι τὰ ὄμματα, οὗτος δ᾽ ὁ χρόνος μὴ πάνυ ὀλίγος εἴη τῆς συνηθείας, ἆρ᾽ οὐ γέλωτ᾽ ἂν παράσχοι, καὶ λέγοιτο ἂν περὶ αὐτοῦ ὡς ἀναβὰς ἄνω διεφθαρμένος ἥκει τὰ ὄμματα, καὶ ὅτι οὐκ ἄξιον οὐδὲ πειρᾶσθαι ἄνω ἰέναι; καὶ τὸν ἐπιχειροῦντα λύειν τε καὶ ἀνάγειν, εἴ πως ἐν ταῖς χερσὶ δύναιντο λαβεῖν καὶ ἀποκτείνειν, ἀποκτεινύναι ἄν;σφόδρα γ᾽, ἔφη.ταύτην τοίνυν, ἦν δ᾽ ἐγώ, τὴν εἰκόνα, ὦ φίλε Γλαύκων.Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected] -
#88 περὶ τοῦ σπηλαίου γ᾽ 09.05.2025 22นาทีχαίρετε, ὦ ἀκροαταί! Here is part 3 of our series on Plato's cave. This time we discuss the prisoner's reactions to the "real" world outside the cave (515d-516c7).καλῶς ὑμῖν γένοιτο!Josep & LeandrosHere is the section we discuss:οὐκοῦν κἂν εἰ πρὸς αὐτὸ τὸ φῶς ἀναγκάζοι αὐτὸν βλέπειν, ἀλγεῖν τε ἂν τὰ ὄμματα καὶ φεύγειν ἀποστρεφόμενον πρὸς ἐκεῖνα ἃ δύναται καθορᾶν, καὶ νομίζειν ταῦτα τῷ ὄντι σαφέστερα τῶν δεικνυμένων;οὕτως, ἔφη.εἰ δέ, ἦν δʼ ἐγώ, ἐντεῦθεν ἕλκοι τις αὐτὸν βίᾳ διὰ τραχείας τῆς ἀναβάσεως καὶ ἀνάντους, καὶ μὴ ἀνείη πρὶν ἐξελκύσειεν εἰς τὸ τοῦ ἡλίου φῶς, ἆρα οὐχὶ ὀδυνᾶσθαί τε ἂν καὶ ἀγανακτεῖν ἑλκόμενον, καὶ ἐπειδὴ πρὸς τὸ φῶς ἔλθοι, αὐγῆς ἂν ἔχοντα τὰ ὄμματα μεστὰ ὁρᾶν οὐδʼ ἂν ἓν δύνασθαι τῶν νῦν λεγομένων ἀληθῶν;οὐ γὰρ ἄν, ἔφη, ἐξαίφνης γε.συνηθείας δὴ οἶμαι δέοιτʼ ἄν, εἰ μέλλοι τὰ ἄνω ὄψεσθαι. καὶ πρῶτον μὲν τὰς σκιὰς ἂν ῥᾷστα καθορῷ, καὶ μετὰ τοῦτο ἐν τοῖς ὕδασι τά τε τῶν ἀνθρώπων καὶ τὰ τῶν ἄλλων εἴδωλα, ὕστερον δὲ αὐτά· ἐκ δὲ τούτων τὰ ἐν τῷ οὐρανῷ καὶ αὐτὸν τὸν οὐρανὸν νύκτωρ ἂν ῥᾷον θεάσαιτο, προσβλέπων τὸ τῶν ἄστρων τε καὶ σελήνης φῶς, ἢ μεθʼ ἡμέραν τὸν ἥλιόν τε καὶ τὸ τοῦ ἡλίου.πῶς δʼ οὔ;τελευταῖον δὴ οἶμαι τὸν ἥλιον, οὐκ ἐν ὕδασιν οὐδʼ ἐν ἀλλοτρίᾳ ἕδρᾳ φαντάσματα αὐτοῦ, ἀλλʼ αὐτὸν καθʼ αὑτὸν ἐν τῇ αὑτοῦ χώρᾳ δύναιτʼ ἂν κατιδεῖν καὶ θεάσασθαι οἷός ἐστιν.ἀναγκαῖον, ἔφη.καὶ μετὰ ταῦτʼ ἂν ἤδη συλλογίζοιτο περὶ αὐτοῦ ὅτι οὗτος ὁ τάς τε ὥρας παρέχων καὶ ἐνιαυτοὺς καὶ πάντα ἐπιτροπεύων τὰ ἐν τῷ ὁρωμένῳ τόπῳ, καὶ ἐκείνων ὧν σφεῖς ἑώρων τρόπον τινὰ πάντων αἴτιος.δῆλον, ἔφη, ὅτι ἐπὶ ταῦτα ἂν μετʼ ἐκεῖνα ἔλθοι.τί οὖν; ἀναμιμνῃσκόμενον αὐτὸν τῆς πρώτης οἰκήσεως καὶ τῆς ἐκεῖ σοφίας καὶ τῶν τότε συνδεσμωτῶν οὐκ ἂν οἴει αὑτὸν μὲν εὐδαιμονίζειν τῆς μεταβολῆς, τοὺς δὲ ἐλεεῖν;καὶ μάλα.Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: [email protected]
ยอดนิยมใน
พอดแคสต์นี้ปรากฏในชาร์ตพอดแคสต์ของประเทศเหล่านี้ด้วย